Terzo episodio – vv. 576-861
Δι. ἰώ,
κλύετ' ἐμᾶς κλύετ' αὐδᾶς,
ἰὼ βάκχαι, ἰὼ βάκχαι.
udite la mia voce udite,iò baccanti, iò baccanti.
Χο. τίς ὅδε, τίς πόθεν ὁ κέλαδος
ἀνά μ' ἐκάλεσεν Εὐίου;
Δι. ἰὼ ἰώ, πάλιν αὐδῶ, 580
ὁ Σεμέλας, ὁ Διὸς παῖς.
Χο. ἰὼ ἰώ, δέσποτα δέσποτα,
μόλε νυν ἁμέτερον ἐς
θίασον, ὦ Βρόμιε Βρόμιε.
Δι. ‹σεῖε› πέδον χθονός, Ἔννοσι πότνια. 585
Χο. ἆ ἆ,
τάχα τὰ Πενθέως μέλαθρα διατι-
νάξεται πεσήμασιν.
ὁ Διόνυσος ἀνὰ μέλαθρα·
σέβετέ νιν. ‑ σέβομεν ὤ. 590
‑ εἴδετε λάϊνα κίοσιν ἔμβολα
τάδε διάδρομα; Βρόμιος ‹ὅδ'› ἀλα-
λάζεται στέγας ἔσω.
Δι. ἅπτε κεραύνιον αἴθοπα λαμπάδα,
σύμφλεγε σύμφλεγε δώματα Πενθέος. 595
Χο. ἆ ἆ,
πῦρ οὐ λεύσσεις, οὐδ' αὐγάζῃ
Σεμέλας ἱερὸν ἀμφὶ τάφον ἅν
ποτε κεραυνοβόλος ἔλιπε φλόγα
Δῖος βροντᾶς;
δίκετε πεδόσε δίκετε τρομερὰ 600
σώματα, μαινάδες· ὁ γὰρ ἄναξ
ἄνω κάτω τιθεὶς ἔπεισι
μέλαθρα τάδε Διὸς γόνος.
p.s.
Statistiche del blog:
Sempre: 116253
Oggi: 876
Ieri: 3633
Questo mese: 23640
Il mese scorso: 39126
Nessun commento:
Posta un commento